Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.118 Joseph. AJ 3.123 (English) >>Joseph. AJ 3.127

3.121κατὰ δὲ τὸν ὄπισθεν τοῖχον μία φάλαγξ ἦν διὰ πάντων ἰοῦσα τῶν κιόνων, εἰς ἣν ἐνέβαινον πλάγιαι αἱ τελευταῖαι τῶν σκυταλίδων ἐξ ἑκατέρου τοίχου τῶν ἐπιμηκεστέρων καὶ κρατεῖσθαι συνέβαινεν αὐταῖς γιγλύμοις τῷ θήλει τοῦ ἄρρενος συνελθόντος. τοῦτο μέντοι πρὸς τὸ μήθʼ ὑπὸ ἀνέμων κραδαίνεσθαι μήτʼ ἄλλης αἰτίας τὴν σκηνὴν συνεῖχεν, ἀλλʼ ἀκίνητον αὐτὴν ἐν ἠρεμίᾳ πολλῇ διαφυλάξειν ἔμελλεν. 3.122

Ἐντὸς δὲ διελὼν τὸ μῆκος αὐτῆς εἰς τρία μέρη μετὰ δέκα πήχεας ἡρμοσμένους ἐκ τοῦ μυχοῦ τέσσαρας ἵστησι κίονας ὁμοίως τοῖς ἄλλοις εἰργασμένους καὶ βάσεσιν ὁμοίαις ἐπικειμένους διαλείποντας ἀλλήλων κατʼ ὀλίγον. τὸ δʼ ἐνδοτέρω αὐτῶν ἄδυτον ἦν, τὸ δὲ λοιπὸν σκηνὴ τοῖς ἱερεῦσιν ἀνεῖτο. 3.123τὴν μέντοι διαμέτρησιν τὴν τοιαύτην τῆς σκηνῆς καὶ μίμησιν τῆς τῶν ὅλων φύσεως συνέβαινεν εἶναι· τὸ μὲν γὰρ τρίτον αὐτῆς μέρος τὸ ἐντὸς τῶν τεσσάρων κιόνων, τοῖς ἱερεῦσιν ἦν ἄβατον, ὡς οὐρανὸς ἀνεῖτο τῷ θεῷ, οἱ δʼ εἴκοσι πήχεις, ὥσπερ γῆ καὶ θάλασσα βάσιμος ἀνθρώποις, οὕτως τοῖς ἱερεῦσι μόνοις ἐπετέτραπτο. 3.124κατὰ μέτωπον δέ, ἐξ οὗ τὴν εἴσοδον ἦσαν πεποιημένοι, κίονες ἕστασαν χρύσεοι χαλκείαις βάσεσιν ἐφεστῶτες τὸν ἀριθμὸν πέντε. κατεπετάννυσαν δὲ τὴν σκηνὴν ὕφεσι βύσσου καὶ πορφύρας ὑακίνθου καὶ φοίνικος βαφῆς συγκεκραμένης.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.118 Joseph. AJ 3.123 (English) >>Joseph. AJ 3.127

Powered by PhiloLogic